Questa pagina è stata trascritta e formattata, ma deve essere riletta. |
290Μή με καταισχύνειας, ἐμὴν Κύπριν ἐλέγξῃς,
Οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
Οἶσθα γάρ ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης.
Οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες·
Καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
295Ἀνδρῶν εἶδος ἔχουσι· νόθοι δ’ ἐγένοντο γυναῖκες.
Ἔννεπεν. ἡ δ’ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν,
Δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
Ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν,
Ἀτρεκέως ὦ ξεῖνε τεῆς ποτε τάχεα πάτρης,
300Τὰ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
Ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι,
Καὶ νόμον οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
Ἔνθα θεοῦ μήτοισι παρὰ προβολῇσι1 πυλάων
Πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
305Ἀγρέο2 νῦν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων·
Ἕψομαι ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.
Οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ.
Τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.
Νὺξ δέ πόνων ἄμπαυμα μετ’ ἠελίοιο κελεύθους,
310Ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ
Ἀρχομένην3· δοιὰς δὲ ὕλας ὤϊξεν ὀνείρων,