Pagina:AA. VV. - Il rapimento d'Elena e altre opere.djvu/58


o(XXIV )o

Ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος.
Ἤδη δ’ ἀγχιδόμοισιν ἐπ’ Ἀτρείδαο μελάθροις
Ἵστατο θεσπεσίῃσιν ἀγαλλόμενος χαρίτεσσιν.
245Οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη.
Ἱλήκοις, Διόνυσε, καὶ εἰ Διός ἐσσί γενέθλης·
Καλὸς ἔην κᾳκεῖνος ἐπ’ ἀγλαΐῃσι προσώπων.
Ἡ δὲ φιλοξείνων θαλάμων κληῖδας ἀνεῖσα
Ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν·
250Καὶ θαλερῶν προπάροιθεν ἐποπτεύουσα1 θυράων,
Ὡς ἴδεν, ὣς ἐνόησε καὶ ἐς μυχὸν ἤγαγεν αὐλῆς·
Καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης
Ἀργυρέης ἐπέτελλε· κόρον δ’ οὐκ εἶχεν ὀπωπῆς.
Ἄλλ᾽ οτε δὴ χρύσειον ὀϊσσαμένη Κυθερείης
255Κοῦρον ὀπιπτεύειν θαλαμηπόλον, ὀψὲ δ’ ἀνέγνω,
Ὡς οὐκ ἔστιν Ἔρως, βελέων δ’ οὐκ εἶχε2 φαρέτρην.
Πολλάκι δ’ ἀγλαΐῃσιν ἐϋγλήνοιο προσώπου
Παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα·
Ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
     260Ξεῖνε, ποθεν τελέθεις; ἐρατὸν γένος εἶπε τε πάτρην3.
Ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
Ἀλλὰ τεὴν οὐκ οἶδα παρ’ Ἀργείοισι γενέθλην.
Οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήϊον οὖδας,
Ἀντίλοχον δεδάηκα, τεὴν δ’ οὐκ εἶδον ὀπωπὴν
265Οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·



  1. v.250. ἐποπτεύουσα. M. ὀπιπτεύουσα.
  2. v.256. εἶχε. M. εἶδε.
  3. v.260. τε πάτρην. M. καὶ ἡμῖν.