Questa pagina è stata trascritta e formattata, ma deve essere riletta. |
o( XXII )o |
Κεκλιμένην ἐνόησεν ἐπ’ Εὐρώταο ῥεέθροις.
220Ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην
Γείτονα παπταίνων, ἐρατὴν θηεῖτο Θεράπνην.
Οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδὲ γαλήνης
Δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν.
Καὶ χθονὸς ἐν κόλποισιν ἐπ’ ἠϊόνεσσι βαλόντες
225Πείσματα νηὸς ἔδησαν, ὅσοις νηὸς ἔργα μέμηλον.
Αὐτὰρ ὁ, χιονέοιο λοεσσάμενος ποταμοῖο,
Ὤχετο φειδομένοισιν ἐπ’ ἴχνεσιν ἴχνος ἐρείσας,
Μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο 1κονίης,
Μὴ πλοκάμων κυνέηθεν ἐπιβρίσαντες ἐθείρας
230Ὀξύτερον σπεύδοντες ἐπναντιτέλοιεν2 ἀήτους.
Ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων
Δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς,
Ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς
Χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,
235Ἔνθα δὲ Καρνείοιο παραγνάμψας Ὑακίνθου.
Ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας
Δῆμος Ἀμυκλαίων, ἠγάσσατο μὴ Διὶ Λητὼ
Σκυζομένη καὶ τοῦτον ἀνήγαγεν· αὐτὰρ Ἀπόλλων
Οὐκ ἐδάη Ζεφύρῳ ζηλήμονα3 παῖδα φυλάσσων·
240Γαῖα δὲ δακρύσαντι χαρισσαμένη βασιλῆϊ,
Ἄνθος ἀνηυέξησε, παραίφασιν Ἀπόλλωνι,