Pagina:AA. VV. - Il rapimento d'Elena e altre opere.djvu/54


o(XX )o

Νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτῄνατο χαλκῷ.
Ἀντὶ μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον,
Καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
Πολλάκις ἀκταίοισιν ἱλασκόμενος θυέεσσιν,
200Ἔπλεεν Ἑλλήσποντον ἐπ’ εὐρέα νῶτα τιθήνης,
Τῷ δὲ πολυτλήτων1 σημήϊα φαίνετο μόχθων2·
Κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα
Οὐρανὸν ὀρφναίων ἑλικῶν ἐζώσατο δεσμῷ·
Ἡ δ´ ἄρα μυχθαλόεντος ἐπ’ ἠέρος ὄμβρον οἰκοῦσα,
205Ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων,
Τόφρα δὲ3 Δαρδανίην τὸ Τρώϊον οὖδας ἀμείψας
Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης.
Αἶψα δὲ Θρηϊκίοιο μετ’ οὔρεα Παγγαίοιο,
Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον,
210Καὶ δρόμον4 ἐννεάκυκλον ἀλήμονος εἶδε κελευθοῦ,
Ἔνθα διαστείχουσα κινύρεο Φυλλίς ἀκοίτην,
Ἀχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,
Ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.
Τῷ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων
215Ἐξαπίνης ἀνέτελλεν.5 Ἀχαιΐδος ἄστεα γαίης,
Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.
Ἔνθεν ἀνερχομένοιο παρ’ εἰαμενὰς Ἐρυμάνθου
Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,



  1. v. 201. πολυτλήτων Not. ὑπομονητικῶν.
  2. v. 202. μόχθων Not. ταλαιποριῶν.
  3. v. 206. τόφρα καὶ M. τόφρα δὲ.
  4. v. 210. καὶ δρόμον M. εὐδρόμον.
  5. v. 215. ἀνέτελλεν M. ἀνέταλεν.
    ἄστεα. M. ἄνθεα.