Questa pagina è stata trascritta e formattata, ma deve essere riletta. |
o( XVIII )o |
Οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσί τιθήνη,
175Οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης·
Οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.
Οἷα δὲ κυδιάει ἀνεμώλιος, Ἀτρυτώνη;
Ἣν γάμος οὐκ ἔσπειρε, καὶ οὐ μαιώσατο μήτηρ.
Ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου
180Πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων.
Οἷα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις;
Καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,
Ἁρμονίης δ´1 ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
Ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθήνη,
185Καὶ οὐ κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
Κεκριμένων μελέων, οὔτ’ ἄρσενες, οὔτε γυναῖκες;
Τοιάδ´ ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην2.
Ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς
Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην3.
190Ἱμείρων δ’ ὑπ’ ἔρωτι καὶ ἣν οὐκ οἶδε διώκων,
Δύσπαρις ἀθρήσας, ἐπὶ δάσκιον ἤγαγεν ὕλην
Ἀνέρας ἐργοπόνοιο δαήμονας ἀτρυτώνης4.
Ἔνθα πολυπρέμνοιο δαϊζόμεναι5 δρύες ὕλης
Ἤριπον, ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου.
195Ὃς τότε μαργαίνοντι χαριζόμενος βασιλῆϊ,