Pagina:AA. VV. - Il rapimento d'Elena e altre opere.djvu/50


o(XVI )o

Ἡ δ’ ἑανὸν βαθύκολπον ἐς ἠέρα γυμνώσασα,
Κόλπον ἀνῃώρησε1 καὶ οὐκ ᾐδέσσατο Κύπρις.
Χειρὶ δ’ ἐλαφρίζουσα μελίφρονα θεσμὸν ἐρώτων,
155Στῆθος ἅπαν γύμνωσε, καὶ οὐκ ἐμνήσατο μαζῶν.
Τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα,
     Δέξεο, καὶ πολέμων2 ἐπιλήθεο, δέχνυσο μορφὴν
Ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.
Ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτῃ;
160Ἀγλαΐῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.
Ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω·
Ἀντὶ δὲ κοιρανίης, Ἐλένης ἐπιβήσεο λέκτρων·
Νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων.
     Οὔπω μῦθος ἔληγεν, ὁ δ’ ἀγλαὸν3 ὤπασε μῆλον,
165Ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
Φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
Χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο4 φωνὴν,
Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν5 Ἀθήνην,
     Εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης·
170Ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.
Φασί σε μῆτερ Ἄρηος, ὑπ’ ὠδίνεσσιν ἀέξειν
Ἠϋκόμων χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι
Σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγήν.



  1. v. 153. ἀνῃώρησε. Not. ἀνέῳξε.
  2. v. 157. πολέμων. M. ππλέμων
  3. v. 164. ἀγλαὸν. Not. λαμπρὸν.
  4. v. 167. ἀνενείκατο. Not. ἀνέπεμψε.
  5. v. 168. ἀντιάνειραν. Not. πολεμικὴν.