Pagina:AA. VV. - Il rapimento d'Elena e altre opere.djvu/42


o(VIII )o

65Πασάων δ’ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα
Μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·
Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας
Τοῖον ὑφεδρήσσοντα1 προσέννεπεν Ἑρμάωνα·
     Εἴ τινά που Ξάνθοιο παρ’ Ἰδαίοιο ῥεέθροις
70Παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,
Τροίης βουκολέοντα κατ’ οὔρεα, τέκνον, ἀκούεις,
Κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων
Κέκλεο καὶ βλεφάρων συνοχὴν καὶ κύκλα προσώπων,
Ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον2 ὀπωπῆς
75Κάλλος, ἀρειοτέρης ἐχέτω καὶ κόσμον ὀπώρης.
     Ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·
Αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας,
Εἰς ὁδὸν ἡγεμόνευε, καὶ οὐκ ἀμέλησε θεάων·
Πᾶσα δὲ λωϊτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
80Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην,
Καὶ περόνην θυόεντα​ διαστήσασα κομάων,
Χρυσῷ μὲν πλοκάμους, χρυσῷ δ’ ἐστέψατο χαίτην.
Τοῖα δὲ παῖδας Ἔρωτας ἀνΰητησεν ἰδοῦσα.
     Ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.
85Σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων.
Δειμαίνω τίνι μῆλον ὁ βουκόλος οὗτος ὀπάσσῃ.

  1. v. 68. ἐφεδρήσσοντα Not. ἐπάνω καθέδρας.
  2. v. 74. περίπυστον. Not. περίφημον