Pagina:AA. VV. - Il rapimento d'Elena e altre opere.djvu/40


o( VI )o

Ἡ δ’ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο
Πόρτις ἐρημαίῃσιν ἑνὶ ξυλόχοισιν ἀλᾶται,
Φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·
Τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα,
45Πλάζετο μαστεύουσα θεῶν πῶς δαῖτας ὀρίνοι.
Πολλάκι δ’ εὐλάϊγγος ἀπὸ κλισμοῖο θοροῦσα
Ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης1
Οὐδέ τε κόλπον ἔρυξε2, καὶ οὐκ ἐφράσσατο πέτρην·
Ἤθελε δ´ ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,
50Ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βαρέθρων,
Οὐρανὸν ὑψιμέδοντος ἀϊστῶσαι Διὸς ἕδρην.
Ἡφαίστῳ δ’ ὑπόεικεν ἀτυζομένη περ ἐοῦσα,
Καὶ πυρὸς ἀσβέστοιο καὶ ἰθυντῆρι σιδήρου.
Καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,
55Εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν·
Ἀλλὰ καὶ ὁπλοτέρης δολίης ἐφράσσατο βουλῆς
Ἀρέα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.
Ἤδη δ’ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·
Ἔνθεν Ἔρις πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα
60Μῆλον, ἀριζήλων3 ἐφράσσατο δήνεα4 μόχθων.
Χειρὶ δὲ κινήσασα μόθου πρωτόσπορον ἀρχὴν
Ἐς θαλίην5 ἔῤῥιψε, χορὸν δ’ ὤρινε6 θεάων.
Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῇ
Ἵστατο θαμβήσασα καὶ ἤθελε ληΐζεσθαι7·

  1. v. 47. χειρὶ δὲ γαίης. Νot. ἥπτετο.
  2. v.48. ἔρυξε . Not. οὐκ εφύλαξε, ἀλλ´ έρρηξε.
  3. v. 60. ἐριζήλων. M. ἀριζήλων
  4. v. 60 δήνεα . Not. τὰ ἐνθύμια.
  5. v. 62. ἐς θαλίην. Not. τρυφή.
  6. V. 62. ὤρινε . Not. ἐτάραξε
  7. V. 64. ληίζεσθαι . Not. ἁρπάζειν