Ὣς ὁ μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων
Νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων1,
Ζηνὸς ἐφημοσύνῃσιν ἐῳνοχόει Γανυμήδης·
20Πᾶσα δὲ κυδαίνουσα2 θεῶν ἔσπευδε γενέθλη
Αὐτοκασιγνήτην3 λευκώλενον Ἀμφιτρίτης,
Ζεὺς μὲν ἀπ’ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης·
Ἐκ δὲ Μελισσήεντος ἀπεσσυμένων4 Ἑλικῶνος
Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων.
25Τὸν δὲ μέθ’ ὡμάρτησε κασιγνήτη Διὸς Ἥρη.
Οὐδ’ αὐτὴ βασίλεια καὶ Ἁρμονίης Ἀφροδίτη5
Ἐρχομένη δήθυνεν ἐς ἄλσεα Κενταύροιο.
Καὶ στέφος ἀσκήσασα γαμήλιον ἤλυθε Πειθώ,
Τοξευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην·
30Καὶ βριαρὴν τρυφάλειαν ἀπὸ κροτάφοιο μεθεῖσα
Ἐς γάμον ὡμάρτησε γάμων ἀδίδακτος Ἀθήνη.
Οὐδὲ κασιγνήτη Λητώϊας Ἀπόλλωνος
Ἄρτεμις ἠτίμησε, καὶ ἀγροτέρη περ ἐοῦσα.
Οἷος δ’ οὐ κυνέην, οὐ δήϊον ἔγχος ἀείρων,
35Ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἤλυθεν Ἄρης,
Τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου6,
Μειδιόων ἐχόρευεν. Ἔριν δ’ ἀγέραστον ἐάσας
οὐ Χάρων7 ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς.
Χρυσείοις δ᾽ ἑκάτερθε τινασσόμενος πλοκάμοισι
Βότρυς Ἀκερσεκόμης Ζεφύρῳ στυφελίζετο χαίτης8.
- ↑ v. 18. ὑμεναίων. Νot. γάμων.
- ↑ v. 20. κυδαίνουσα. Not. τιμῶσα.
- ↑ v.20. αὐτοκασιγνήτην . Not. θέτιν .
- ↑ v. 23. ἀπεσσυμένων. Not. ἀπερχομένων .
- ↑ v. 26. Ἁρμονίης . Not. θυγάτηρ Ἀφροδίτης.
- ↑ v. 36. τῆνος ο M. τοῖος. — θήκτοιο. Not. ἠκονεμένου.
- ↑ v. 37. μαδιόων . Not. χαίρων.
- ↑ v. 40. χαίτην. M. χαίτης.