Pagina:AA. VV. - Il rapimento d'Elena e altre opere.djvu/36


o( 11 )o

ἙΛΕ´ΝΗΣ ἉΡΠΑΓΗ´

ΚΟΛΟΥ´ΘΟΥ ΘΗΒΑΙ´ΟΥ ΛΥΚΟΠΟΛΙ´ΤΟΥ

Ἐποποιοῦ·

ΝΎμφαι Τρωϊάδες, ποταμοῦ Ξάνθοιο γενέθλη,
Αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν
Πολλάκι πατρῴῃσιν ἐνὶ ψαμάθοισι λιποῦσαι,
Ἐς χορὸν Ἰδαίῃσιν ἐπαντέλλεσθε χορείαις·
5Δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος
Εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,
Ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα1 πόντον ἐλαύνων
Ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ2 χρέος ἔπλετο νηῶν
Ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ
10Βουκόλος;3 οὐκυπέτη δὲ τίς ἔπλετο νείκεος ἀρχή,
Ὄφρα καὶ ἀθανάτοισι θεμιστεύωσι4 νομῆες;
Τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης
Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε5 μολοῦσαι
Ἰδαίης δικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης
15Καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις
Καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.

  1. v. 7 ἀηθέα. Not. ἀγνώς
  2. v. 8 δὲ. M. δαὶ
  3. v. 10 Βουκόλος - Not. Ἀλέξανδρος. οὐκυπέτη. M. ὠκυπέτη.
  4. θεμιστεύωσι Not.κρίνωσι
  5. ἐθηήσασθε M. ἐθαυμάσατε