Questa pagina è stata trascritta e formattata, ma deve essere riletta. |
Κόλυθος λυκοπολίτης θηβαῖος ἐποποιὸς γέγονε κατά Σοῦδαν ἐπὶ Αναστασίου του κληθέντος βραχινοῦ μετὰ Ζήνωνα βασιλεύσαντος ἐν Κωνσταντῖνου πόλει. μέθ´ὃν ἐβασίλευσε Ἰουστῖνος ὁ Θρὰξ. και μετ´ ἐκεῖνον Ἰουστινιανὸς ὁ θεῖος, ὁ ἐλευθερώσας Ἰταλίαν τῆς δουλείας τῶν Γότθων διὰ Βελισαρίου, ἀνεψιὸς ὢν ἐκείνου. Χίλια ἔτη εἰσὶ, καὶ μικρόν τι πρός· οὗτος ἔγραψε Καλυδωνιακὰ δι ̓ ἐτῶν ἐν βιβλίοις ἓξ, καὶ Περσικά· τούτῳ ἐπιγέγραπται καὶ τὸ παρὸν ποίημα, ἘΛΈΝΗΣ ἈΡΠΑΓΉ, ἐν Ἀπουλίᾳ συνῆθες καὶ γνώριμον, ὅπου καὶ ἡ ποίησις τοῦ Ὁμηρικοῦ Κοΐντου πρῶτον εὕρηται ἐν τῷ ναῷ τοῦ θείου Νικολάου τῶν1 Κασούλων ἔξω τοῦ Ὑδρόντου· Ὁ ἀνασώσας ὁ θεῖος Βησσαρίων ὁ Νικαιεὺς2 Καρδενάλης τουσκυλανὸς3 τοῖς βουλομένοις ἐκοινώνησε· καὶ τοῦτο δὲ ἀπόκρυφον γεγονὸς νῦν κοινὸν ἔσται.
Ὑπόθεσις τοῦ παρόντος ποιήματος
Ἔστι δὲ ἰδεῖν καὶ τοῦτο. τὴν ἐν τῷ γάμῳ τοῦ Πηλέος, καὶ Θέτιδος συναγωγήν τῶν θεῶν. καὶ τὴν τῆς Ἔριδος σύγχυσιν· καὶ ἔργα περὶ τοῦ μήλου. καὶ ὅτι